τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαιἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆεςεἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλωνἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνονἈργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶδαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖροςἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺςὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευανΤρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσωἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσαφαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν