ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάωνλαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼςΤρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαοςβλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοικυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθεζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼςπάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖονοὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωνταςΕὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μινγυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντοτῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκναἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,