ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισανσὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίωναὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσιτῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαεαἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμενἈργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρακειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντωντύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖανσὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθενεἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθεζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσειφάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσονφῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼςΤρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνωνπαπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν