οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸςὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντοἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρπαιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆεςχρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστομίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃΜῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντοἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶεὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνωνὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόνταςἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνωνχειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνονοἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶνσπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,