οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντοχρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβηνέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσιδειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρηνκερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάωνἭρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαιτέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτηαἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴνὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεσκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποιλαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδεςτόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνειςἸλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδαςἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσωσοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι