αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντοἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶμῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺςτεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαονοἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηταικτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνειθυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδηἈργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθεεἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκταιτεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃαὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσωλεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τεἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃπλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπεκαρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνωννῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευενοἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.