ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆςἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼςεἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρωνδεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.