καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦενἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶφάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸνεἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσιπόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγεςἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάωνπατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτηςἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδηλάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴςὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃνήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶραὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαονσυμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντεςναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθωνἌργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγαςμέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·