ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαοςνικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσωπᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰΤρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷσιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτηἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιοὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαιἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάουσῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαονἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγεπαύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαιἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.