Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλονπλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷτριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχοςἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺςῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνωνἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτηῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανεπύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπενεἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσικάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίηςἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴνστήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων