ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰδῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνενοἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκενἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντοδεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωνταςΤρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳσείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷἈτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργεδῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπωνξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶναἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.