εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃαὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδεςτίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆςαὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίρονταςθυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσινἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοιὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειανὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνοςαὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσανἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαιμαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοιὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺςχῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτακλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε