νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶναἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶαἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρηςἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸνκῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοιΤρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνωνἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαοςμακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντεςναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονταιἌργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρουςἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειρανἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνονμίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτακήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόνταςἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·