ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσηςεἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺςσεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθενστάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινονἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθοςοὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺςστάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵηκαὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τεἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣςἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαοςοἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶνΚάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεααὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,