Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθενεἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,τὴν Ἀντηνορίδης εἶχε κρείων ἙλικάωνΛαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινεδίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλουςΤρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαιΤρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηαἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαοςμακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσινὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσαοὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ ΘυμοίτηνΛάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον ἌρηοςΟὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφωἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕληνδενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺςτοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.