αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣςἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρονκλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάωνἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχληνποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴςἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴςπαρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξακαὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷπάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστουςἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαοςἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσαςεὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγαπεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸνσεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέαὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴςἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστηοὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχωνδείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰαἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·