ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖαἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαιεἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃςκλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλεφθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲμίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάωνκυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶριςἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντεςεἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκεκαί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρενἝκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτωαἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντωνἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσινἝκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσωλύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,