τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶνἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοιδαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκεςσῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷδείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺςπέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶνμὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τεζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντοπρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳπᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειταὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τεμυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντεςπορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθεπυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.