θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴνοἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιοἝκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρηνλείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτωςὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴωἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρηςπέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴνῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιοἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶνῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρονχωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ ἈχαιῶνἝκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκαςἝκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶμεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺςπέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιοΠατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισικεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλωνοἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.