νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδειςἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποιναπαῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνωνγνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖοΞάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τεἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλοςἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ ἈφροδίτῃΠέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησενἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντιχαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴροὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρτιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαιἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἝκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειταἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτατρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς