νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνονλαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσεδέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰπορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶνἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶβουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕληἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντοςἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντοκῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶεὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτενὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα