ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντοἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖοχωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦενκατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισινἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰςνυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲσίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθαἼλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺςσφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃκαλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆαὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺςεἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδηὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσινἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσωαὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.