Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθεμήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆαῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσωκαὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζεοὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντοἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστατῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνηςᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαινόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτοπαῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαιεἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσαπατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστητοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν