υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπηςἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσιζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδειδώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶραἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστοὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τιπαίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γεγηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρηςἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργεικαὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνεςαἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρκεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχισταλῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποιναπολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοιςσὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασαςαὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς