φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμονἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντεςτείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούωνχαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάνταὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστουςΤροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρηςἝκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶνλυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησονμνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιοκλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτεΠάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστηοἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶοςἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς