καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντηςπᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντοὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτιδοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψανλαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτισταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴςεἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράωντῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθαἙρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆοςὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴηἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιολίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν ὌλυμπονἙρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκωνἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸνεὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴωἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηοςποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆςἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰςχερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖραςδεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ