γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷεἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼςγίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαιἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιοἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξεεἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴθρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτινΠηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσιδαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρφίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσηςλοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶμήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺςδώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσηςἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,