νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρθήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανταιἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆοςεἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδηᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒαὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼςκειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιοἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼνοἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκενὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆοςκαὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναιἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρισυλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους