χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνειςνύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναντοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλονσεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαιαἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴνδειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλεσὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσαςἈργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺςεἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.