γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθενἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευεκαρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντοπόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντοπαῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆνἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστινἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶνὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃτῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλαἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴνἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγειὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼςπρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιενἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξἙρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειταγούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν