τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσικῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷοἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφιχρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαιἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸςὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ ΚρονίωνιἸδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷφίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσαςτῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμηννῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸςχερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστηχέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνονοὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστεδός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷφίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσαςτῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺςαὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶνμόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκταιἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφιδεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες