ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεπαῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθεκείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγεπρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τεὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξωσπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλανεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖονΠάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε ΠολίτηνΔηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντεςἝκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστουςΤροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμηνἝκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκειἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπταιψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοιἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴνἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείηνκαλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειονπύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷπέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειταἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνηςνήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸςαὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.