ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶοςἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺςυἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσινὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθενἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴγιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήωνἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμιἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτοπαιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπωνἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσατεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνωνβούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺςἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρεςἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περφείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷλύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπανταςαἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖνοἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;