παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆςδάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸςἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴκόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντοςτήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντοτῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶχερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδατυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνωἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃοἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοιἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτιςνεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείηνὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντακέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθελύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγεκεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·