βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γεεὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροιἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύωνσὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτουοὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητιμίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδηἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντωνἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσινἝκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸςπολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιοἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσωλύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃοἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοιἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτιςνεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.