λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοιἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντοὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺςκλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνοςᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθαΠατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεαἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτεὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰςδινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼςφαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντοςαὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκενἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλωνπᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρωνκαὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτεχρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃοὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖνἝκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαιᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧκαὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκαἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα