κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόενταθῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντωνἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆαςἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρωςΤαλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.