δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴαςχειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖονῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιοτηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειανλεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγειτοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸνἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτιἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθημήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸςτόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνιἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃπρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνιςἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιοαὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ