τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντοςἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντοςνήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺςἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοιχρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθαςκαί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοιπάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντεἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσινοὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸςᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺςχερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισιψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖοψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼςἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνωνοὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕληνπάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρειΜηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντεςσειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷτάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαιπῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ