στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντεἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλονκαλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαιδεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσηννύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιοαἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶπαυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρωςσὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνονὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺςχρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρουποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.