στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃπηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχειστήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθενἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺςαἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶνίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺςεὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιοὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περμήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλονμειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦνἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχοςθῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαντεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.