τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτοθαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειταδῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφωσύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼςπάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴνἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺςθίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸςχερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιναἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλαδεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσινὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτωνδώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶνἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμουςαἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶνίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.