οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντωνἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷπείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶνᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνιἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλωνδώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τεεἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶνπυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦνἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼςΜηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαοἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.