καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸςχωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρωνἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησαςσός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππονδώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδεὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντατέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν ἈχιλλεὺςἈργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστωΠατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸνὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλοναὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσιθεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρεςὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴηὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον ἘπειοὶΒουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶνοὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνεπλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.