χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιοἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳοἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύωνἈντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξχειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσενἈργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππουςτοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαοςοἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσανἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημιἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθληνχερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιονὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμισεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸςδώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλομεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναιβουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάνταἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸςἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸςἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρσηληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.