χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιολείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆοςλείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλωνἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲςδεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸςΠηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃςτοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλοντὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππωαὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισινεὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸςκαὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλονἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτωἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺςχαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλοΕὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων