Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάνταδεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴαςχωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσινΑἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθεἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκηςἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστοςἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποιὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τεἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴγίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθενἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼςἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησενἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκακαὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππουςκέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακταἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραιοὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ