ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόνταἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴνμᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντοἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσαςἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳλευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςοἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσεΤρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθηεὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγεεὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρΑἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσειΤυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθενἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴλαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,