Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαιπρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαικείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδεἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνονὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲςνεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρθᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοιδαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσηςκεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσινἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦνήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖαἝκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖοπάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖακαὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτιςνίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρωνβουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,