τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύωΤυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνηνῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃΑἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶνἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσωστεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴνμᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειταστεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππουςἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνεκέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσωἈτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνεινμή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.